Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.40.3 | Hdt. 2.41.6 (English) | >>Hdt. 2.42.5 |
2.41.4 θάπτουσι δὲ τοὺς ἀποθνῄσκοντας βοῦς τρόπον τόνδε · τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι , τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι , τὸ κέρας τὸ ἕτερον ἢ καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν · ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ ὁ τεταγμένος χρόνος , ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλευμένης νήσου .
2.41.5 ἡ δʼ ἔστι μὲν ἐν τῷ Δέλτα , περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα . ἐν ταύτῃ ὦ τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί , ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν , οὔνομα τῇ πόλι Ἀτάρβηχις , ἐν δʼ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται .
2.41.6 ἐκ ταύτης τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις , ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντες . κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνῄσκοντα · καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται · κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα .
ch. 42
2.42.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.40.3 | Hdt. 2.41.6 (English) | >>Hdt. 2.42.5 |